Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.46 Joseph. AJ 9.51 (English) >>Joseph. AJ 9.55

9.49τῆς δὲ γυναικὸς τὰ κελευσθέντα ποιούσης καὶ τοῖς τέκνοις προσφέρειν ἕκαστον τῶν ἀγγείων προσταττούσης, ἐπεὶ πάντα ἐπληρώθη καὶ μηδὲν ἦν κενόν, ἐλθοῦσα πρὸς τὸν προφήτην ταῦτα ἀπήγγειλεν. 9.50 δὲ συνεβούλευε τοὔλαιον ἀπελθούσῃ ἀποδόσθαι καὶ τοῖς δανεισταῖς ἀποδοῦναι τὰ ὀφειλόμενα· γενήσεσθαι δέ τι καὶ περισσὸν ἐκ τῆς τιμῆς τοῦ ἐλαίου, πρὸς διατροφὴν τὴν τῶν τέκνων καταχρήσεται. καὶ Ἐλισσαῖος μὲν οὕτως ἀπήλλαξε τῶν χρεῶν τὴν γυναῖκα καὶ τῆς ἀπὸ τῶν δανειστῶν ὕβρεως ἠλευθέρωσεν. 9.51

Ἐλισσαῖος δὲ ταχέως πρὸς Ἰώραμον ἐξαπέστειλε φυλάττεσθαι τὸν τόπον ἐκεῖνον αὐτῷ παραινῶν· εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ μὲν βασιλεὺς οὐκέτʼ ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος· 9.52Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν, ὠργίζετό τε καὶ μεταπεμψάμενος αὐτοὺς προδότας ἔλεγε τῶν ἀπορρήτων αὐτοῦ καὶ θάνατον ἠπείλει φανερᾶς τῆς ἐπιχειρήσεως, ἣν μόνοις ἐκείνοις ἐπίστευσε, τῷ πολεμίῳ γεγενημένης. 9.53φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν προφήτης πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπʼ αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.46 Joseph. AJ 9.51 (English) >>Joseph. AJ 9.55

Powered by PhiloLogic